/*--

Πέμπτη, 10 Οκτωβρίου 2013

Τοῦ μακαρίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶν νεοφωτίστων καὶ εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

    
Ὁπόταν τὸ σκυθρωπὸν τοῦ χειμῶνος ὁ τοῦ ἔαρος καιρὸς διαδέξηται, ποικίλοι ὄρνεις ἀνὰ τὸν αἰθέρα πετόμενοι μελιφώνοις ᾠδαῖς τὸ ἡδὺ τοῦ καιροῦ τοῖς ἀνθρώποις σημαίνουσιν·
τότε καὶ χελιδόνες ἡδύλαλοι ὀξείᾳ πτήσει τὸν ἀέρα τέμνουσαι καὶ τὰς τῶν ἀνθρώπων κεφαλὰς παρατρέχουσαι δίκην ἄνθους τὴν οἰκείαν κλαγγὴν τοῖς ὠσὶν τῶν ἀνθρώπων ἐμβάλλουσιν. Τότε ἔστιν ἰδεῖν καθαρὸν τὸν ἀέρα καὶ νήνεμον καὶ τὰς τῶν ἀνθρώπων ὄψεις φαιδρὰς εἰς μίμημα τῆς γαλήνης μεταρρυθμιζομένας· καὶ γὰρ ὀρνέων φθογγαὶ τέρπουσιν ἀκοὴν καὶ ἀὴρ καθαρὸς φαιδρύνει τὸ ὄμμα καὶποικίλων ἀνθῶν στιλβότης ἡδύνει τὴν ὅρασιν καὶ ἡ πολυμιγὴς πνοὴ τῶν βοτανῶν ἀνακτᾶται τὴν ὄσφρησιν. Καὶ ταύτην μὲν τὴν τερπνότητα τοῖς ἀνθρώποις παρέχει, ἀγαπητοί, τὸ ἐπίγειον καὶ ἐπίκηρον ἔαρ· τὸ δὲ θεῖον καὶ ἀκήρατον ἔαρ ἡμῶν Χριστὸς τὸν λειμῶνα τῆς ἐκκλησίας ἴων καὶ ῥόδων καὶ κρίνων πνευματικῶν πυκάσας τῇ πίστει φαιδρύνει τὴν ὅρασιν καὶ ἀρωμά των θείων τὴν δεξαμενὴν τῆς καρδίας ἡμῶν πληροῖ. Τίς γὰρ τῶν πιστῶν νῦν οὐκ εὐφραίνεται; Τίς δὲ νῦν οὐκ ἀγάλλεται, ὅτε ὁρᾷ τοὺς νεοφωτίστους ἐν εἰκόνι κρίνων λαμ προῖς τοῖς κάλυξιν τῶν πέπλων καταλάμποντας καὶ ἐν μέσῃ τῇ καρδίᾳ κεκτημένους τὴν χρυσαυγοῦσαν πίστιν; Ἐνταῦθα εὑρή σεις, ἀγαπητέ, ὀφθαλμοῖς καρδίας ἀτενίσας ἴου δίκην βαθυτάτου τὴν τῶν πιστῶν καρδίαν αἵματι Ἰησοῦ πορφυρίζουσαν· τὸ γὰρ φλογόφυλλον ῥόδον ἐκ τῆς παρθένου Μαρίας ἀφθόρως ἐξήνθη σεν. Ποῖος λειμὼν τοιαύτην εὐωδίαν κέκτηται οἵαν ὁ ἡμέτερος λειμὼν τὴν τοῦ πνεύματος ἀρωματίζουσαν χάριν; Ὄσφρησαι τὸν νεοφώτιστον καὶ εὑρήσεις ἐν αὐτῷ τὴν τοῦ πνεύματος ἀθάνατον εὐωδίαν, λέγω δὴ τὸ τοῦ οὐρανίου χρίσματος μύρον. Ὧδε τῶν πατέρων οἱ φοίνικες τοῖς βαΐοις τῆς νίκης κατεστεμμένοι γλυκυτέρους τοὺς καρποὺς τῆς ἀγάπης κυπρίζουσιν· ὧδε τὰ καλλίφθογγα ὄρνεα τῶν ψαλμῳδῶν ὁμοφώνως τῷ θεῷ τοὺς ψαλμοὺς λυρῳδοῦσιν· ὧδε ἡ παρθενία δίκην στύρακος καθαρὸν τὸ θυμίαμα τῆς εὐχῆς τῷ θεῷ προσκομίζουσα χαίρει· ὧδε ἡ σωφροσύνη ἱλαρὸν τὸν κλάδον τῆς ἁγνείας ὡς Ἀβραὰμ τὸν Ἰσαὰκ τῷ θεῷ θυσιάζουσα τέρπεται· ὧδε τὰ τῶν ἐλεῶν στελέχη πολύκαρπον τὸν κλάδον τῆς εὐποιΐας τοῖς πένησι προβαλλόμενα τέρπουσι μὲν τὸν κύριον, τρέφουσι δὲ τὸν πτωχόν. Ἡ παρθενία ᾀδέτω λέγουσα· Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, κύριε. Ὁ ἐλεήμων λεγέτω· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ· δίκαιος γὰρ ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Νῦν τὸ σκυθρωπὸν τοῦ διαβολικοῦ χειμῶνος πέφευγεν καὶ τὸ ἱλαρὸν τοῦ οὐρανίου λειμῶνος ἀνέλαμψεν· νῦν τὸ πένθος τῶν νεκρῶν ἐδραπετεύθη, τὸ γὰρ φέγγος τῆς ἀναστάσεως ἐλήλυθεν. Ἄσωμεν πάντες ὁμοῦ τὸ ᾆσμα τὸ καινόν, πρέπει γὰρ τῇ καινῇ πολιτείᾳ τὸ καινὸν καὶ μακάριον ᾆσμα. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη, ἡ γὰρ παλαιὰ ἁμαρτία ἠφάνισται, ἰδοὺ γέγονεν πάντα καινά. Ἄσωμεν τὸ ᾆσμα τὸ καινόν, ἰδοὺ γὰρ Ἀδὰμ ἀνεκαινίσθη καὶ Εὔα εἰς οὐρανοὺς ἀνεκομίσθη, ὁ γὰρ διάβολος εἰς τὸ πῦρ ἐσκελίσθη. Χρησώμεθα παρὰ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως τὸ ᾆσμα ἐκεῖνο, πρέπει γὰρ ἡμῖν νῦν ᾗπερ τότε ἐκείνοις. Συμπαρέστω ἡμῖν καὶ ὁ τῶν ἁγίων ἐκείνων χορὸς καὶ λεγέτω ὃ τότε ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐκελάδιζεν, τό· Ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. Τί γὰρ πεποίηκεν; Ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰςθάλασσαν. Ἵππον καὶ ἀναβάτην· ἵππον μὲν τὴν θηλυμανῆ ἁμαρτίαν, ἀναβάτην δὲ τὸν ἐπὶ τῇ ἁμαρτίᾳ καθήμενον δαίμονα ἐν τῷ βαπτίσματι τοῦ λουτροῦ κατεπόντισεν. Ἄσωμεν οὖν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸν γὰρ Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, τουτέστιν τὸν διάβολον καὶ τὸ σκοτεινὸν καὶ ἐναγὲς τῶν δαιμόνων αὐτοῦ στρατόπεδον ἐν τῷ λουτρῷ τοῦ βαπτίσματος ἐθαλάσσωσεν. Οὐκέτι φοβοῦμαι ἀκούειν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην καὶ ἀκούω· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, καί· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Δεῖ ἡμᾶς νεφέλαις ἐπιβῆναι καὶ εἰς οὐρανοὺς ἀναδραμεῖν· οὐκ ἀμάρτυρος ὁ λόγος, ἄκουε τοῦ Παύλου λέγοντος· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. Διὸ καθὼς ἠκούσαμεν ἀρτίως τοῦ ψαλμῳδοῦ ἡμῖν παραινοῦντος καὶ λέγον τος· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐ φρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα οὖν οὐ μέθῃ καὶ κραιπάλῃ σκοτούμενοι, αὕτη γὰρ οὐκ ἂν εἴη εὐφροσύνη ἀλλὰ ἀφροσύνη καὶ σκοτομήνη καρδίας. Ἀγαλλιασώμεθα σκιρτῶντες τῷ πνεύματι, ἀγαλλιασώμεθα ἀγάπῃ ἑστιώμενοι, ἐλπίδι χαίροντες. Εἰ δὲ δεῖ καὶ ἑτέραν ἐννοεῖν εὐφροσύνην καρδίας, τὸν οὐράνιον ἄρτον καθαραῖς παλάμαις ὑποδεξάμενοι τῇ ψυχῇ παραπέμψωμεν ζωῆς αἰωνίου ἐφόδιον ὄντα· καθαραῖς παλάμαις ὑποδεξάμενοι λέγω δέ, οὐχ ὕδατι κοινῷ πεπλυμέναις, ἀλλ' εὐποιΐαις λαμπρυνομέναις. Καὶ τὸ θεῖον καὶ οὐράνιον κρᾶμα ῥοδοείδεσι χείλεσιν ἀρυσώμεθα, οὐ φοίνικί τινι ἐρυθαίνοντες, ἀλλὰ τῷ αἵματι Ἰησοῦ Χριστοῦ πορφυρίζοντες. Ὦ μεγάλης ὡς ἀληθῶς καὶ ἀγαθῆς ἡμέρας, ἐν ᾗ ὁ ἀμνὸς σφαγιάζεται καὶ ὁ κόσμος ἀγοράζεται καὶ ὁ ποιμὴν ἡμῶν ζῇ· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. Ὦ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου! Σταυρὸς ἔστη καὶ Χριστὸς ἐφηπλώθη καὶ θάνατος ἄδικος ἦν τὸ φαινόμενον καὶ θάλαμος ἅγιος ἦν τὸ γινόμενον, σταυρὸς ἦν τὸ φαινόμενον καὶ παστὸς ἦν τὸ τελούμε νον· χθὲς ἀνέστη παστὸς καὶ σήμερον ἐτέχθη λαός. Ὦ θάνατος Χριστοῦ, θανάτου θάνατος καὶ γλυκεῖαν ζωὴν ἐν τῷ πικροτάτῳ θανάτῳ πηγάζων! Ὦ μυστηρίου Ἀβραμιαίου ἐν Χριστῷ τελουμένου! Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον συνεποδίζετο καὶ ἀμνὸς ἀντ' αὐτοῦ ἐσφάζετο, καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐπὶ σταυροῦ ἀνεφέρετο καὶ τῇ σαρκὶ ὑπὲρ ἡμῶν ἐσταυροῦτο καὶ πάσχουσα ἡ σὰρξ ἡ θεότης οὐκ ἔπασχεν. Ἔστη τὸ ἱστίον τοῦ σταυροῦ ἐν τῷ πλοίῳ τοῦ κόσμου καὶ ὁ κόσμος ἀναυάγητος ἔμεινεν· τούτῳ τῷ ἱστίῳ τοῦ σταυροῦ ὁ πλέων ναυάγιον θανάτου οὐκ οἶδεν, ἀλλὰ εἰς οὐρανοὺς ἀναπλέει. Οὐκέτι Εὔα φοβεῖται τὸν ὀνειδισμὸν τοῦ Ἀδάμ, ἐν γὰρ Μαρίᾳ τὸ ταύτης πταῖσμα ἀνασέσωσται· οὐκέτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν, Χριστὸς γὰρ συνέτριψεν τὴν κεφαλὴν τοῦ δράκοντος· Σὺ γάρ, φησίν, συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, τουτέστιν ἐπὶ τοῦ βαπτίσματος. Οὐκέτι πενθῶ, οὐκέτι κλαίω λέγων· Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν· ἐλθὼν γὰρ ὁ Χριστὸς τὴν ἄκανθαν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας τῇ ἑαυτοῦ κεφαλῇ ἐπέθηκεν. Λέλυταί μου ἡ ἀρχαία λύπη, λέλυται ἡ παλαιὰ ἀρὰ ἡ λέγουσα· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ· ἐξηράνθησαν γὰρ αἱ ἄκανθαι, ἐξεριζώθη ὁ τρίβολος καὶ τρίπλοκος στέφανος τῇ κεφαλῇ μου ἐπετέθη. Τίς Ἰουδαίων καὶ Ἑλλήνων πιστεύει ὅτι ξύλον ἔστη καὶ ζωὴν ἐξήνθησεν; καὶ καθ' ἑκάστην ἡμέραν ὑπὸ πιστῶν τρυγᾶται καὶ ὁ καρπὸς ἀδαπάνητος μένει· καὶ πᾶσα φυλὴ καὶ πᾶν ἔθνος πιστῶν ἐπὶ τοῦτο τὸ δένδρον βήματι ψυχῆς ἀναβαίνει καὶ τὸν κόλπον τῆς διανοίας ἀθανάτου καρποῦ πληροῖ, καὶ πάντας βαστάζει τὸ δένδρον καὶ πάντας χορτάζει καὶ σφραγίζει καὶ πλουτίζει καὶ μετὰ ταῦτα εἰς οὐρανοὺς ἀκοντίζει. Τί γὰρ δι' ἡμᾶς οὐχἐπιχείρω δὲ λέγειν, ἀγαπητοί· θύρα, ὁδός, πρόβατον, ποιμήν, σκώληξ, λίθος, μαργαρίτης, ἄνθος, ἄγγελος, ἄνθρωπος, θεός, φῶς, πηγή, ἥλιος δικαιοσύνης. Ὁ πολυώνυμος Χριστὸς καὶ εἷς ὑπάρχων, πολυώνυμος ὁ υἱὸς καὶ εἷς ὢν οὐ τρεπόμενος, οὐ μεταβαλλόμενος, ἄτρεπτος γὰρ ἡ θεότης· ἀλλ' ἑκάστῳ πράγματι κατὰ τὴν ἐνέργειαν ἁρμοζόμενος ἴδιον ὄνομα ἑκάστῃ ἐνεργείᾳ τεθεικώς. Καὶ ἴδωμεν, ἀγαπητοί, εἰ δυνάμεθα ἑκάστῳ ὀνόματι τὴν ἐνέργειαν παραστῆσαι. Ὁδὸς ἤκουσεν· Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ὁδὸς καὶ ἡ ἀλήθεια, ἐπειδὴ αὐτὸς ἀρχηγὸς πασῶν τῶν ἀρετῶν καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως γέγονεν. Ὁ αὐτὸς θύρα· Ἐγὼ γάρ εἰμι ἡ θύρα τῶν προβάτων, ἐπειδὴ δι' αὐτοῦ καθάπερ διὰ θύρας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσερχόμεθα. Ἅλας ἤκουσεν, ἐπειδὴ τὴν δυσωδίαν τῆς εἰδωλολατρείας τῶν ἀνθρώπων ἀπέσμηξεν καὶ τὰς ψυχὰς ἡμῶν πρὸς νοστὸν εὐσεβείας τῇ πίστει ἤρτυσεν καὶ τὰ λελυμένα μέλη τῆς διανοίας τῇ ἀληθείᾳ συνέσφιγξεν. Πρόβατον ἤκουσεν· Ὡς γὰρ πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· πρόβατον ἤκουσεν διὰ τὴν σφαγὴν καὶ διὰ τὴν τῶν ἁγίων μελῶν αὐτοῦ μετάλημψιν καὶ τὴν ἐκ τῆς τοῦ ἁγίου αἵματος αὐτοῦ σφραγίδος ἀθάνατον αὐτοῦ φυλακήν. Ποιμὴν ἤκουσεν· Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλός, ἐπειδὴ τὰ πεπλανημένα πρόβατα ἐπέστρεψεν καὶ τὸν ἀντίδικον ἡμῶν λέοντα τῇ βακτηρίᾳ τοῦ σταυροῦ ἀπέκτεινεν. Μαργαρίτης ἤκουσεν διὰ τὸ αὐτὸν ὥσπερ μαργαρίτην ἐν μύακι ἀνὰ μέσον δύο πτυχῶν σώματος καὶ ψυχῆς παρθενικῆς ἄνευ σπορᾶς ἀνδρὸς γεγεννῆσθαι ἢ διὰ τὸ εἶναι αὐτὸν κόσμιον ψυχῆς ἢ διὰ τὸ πολυφεγγὲς αὐτοῦ καὶ καθαρὸν καὶ πανταχόθεν τῇ αἴγλῃ τῆς θεότητος ἐξάστραπτον. Φῶς ἤκουσεν, ἦν γὰρ τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἐπειδὴ τὴν ζοφερὰν πλάνην τῆς παλαιᾶς σκοτομήνης ἀπὸ τῆς διανοίας ἡμῶν ἀπήλασεν καὶ τοὺς ὀφθαλμοὺς τοῦ ἡγεμονικοῦ ἡμῶν νοῦ διήνοιξεν, ἵνα ἴδωμεν ἀληθῶς οἷς προσεκυνοῦμεν τὸ πρίν, ὅτι οὐκ εἰσὶ θεοί, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, λίθοι καὶ ξύλα. Λίθος ἀκρογωνιαῖος ἤκουσεν, ἐπειδὴ τοὺς δύο λαοὺς καθάπερ δύο τοίχους τῇ πίστει οἰκοδομήσας ἐπάνω αὐτῶν ἐπίκειται εἰς μίαν ἁρμογὴν σωτηρίας συνάγων. Ἥλιος δικαιοσύνης ἤκουσεν διὰ τὸ φωτεινὸν αὐτοῦ καὶ θερμόν –οὐκ ἔστιν γὰρ ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ, καὶ διὰ τὸ δωδεκάκτινον φῶς τῶν ἀποστόλων. Κόκκος σινάπεως ἤκουσεν, ἐπειδὴ σμικρύνει ἑαυτὸν καὶ συγκαταβαίνει ταῖς ἕξεσιν ἡμῶν παρὰ τὰς ἀρχὰς τῆς πίστεως, εἶθ' ὁπόταν εἰς τοὺς αὔλακας τῆς ψυχῆς ἡμῶν ἐμφωλεύσας εἰς βάθος διαχυθῇ, εἰς ὕψος οὐρανομῆκες ἐπαιρόμενος πρὸς εὐσέβειαν καὶ φρόνησιν ἀναθερμαίνεται. Σκώληξ ἤκουσεν· Ἐγὼ γάρ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, διὰ τὸ τὴν ἐξαστράπτουσαν θεότητα καθάπερ ἄγκιστρον τῷ σκώληκι τοῦ σώματος κρύψαντα αὐτὸν εἰς τόνδε τὸν βυθὸν τοῦ βίου χαλάσαντα καὶ ὥσπερ καλὸν ἁλιέα ἀνασπάσαντα πληρῶσαι τὸ γεγραμμένον· Ἄξεις δράκοντα ἐν ἀγκίστρῳ. Ἄνθρωπος ἤκουσεν, ἐπειδὴ σῶμα ἐφόρησεν οὐκ ἐξ ἡδονῆς καὶ ὕπνου συνεστώς, ἀλλ' ἐκ παρθένου καὶ πνεύματος ἁγίου γεγονώς. Ἀλλ' ἐπειδὴ ἕκαστος ἡμῶν, ἀγαπητοί, ἐκδέχεται καὶ τὴν τῶν πατέρων μελίρρυτον διδασκαλίαν, ἐνταῦθα τὸ βαλάντιον ἡμῶν τῶν λόγων σφραγισώμεθα ἁγίῳ πνεύματι, ἵνα αὐτοὶ ἐλθόντες ἐκ τῆς μελισταγοῦς σοφίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὰς δεξαμενὰς τῶν καρδιῶν ἡμῶν πληρώσωσιν, καὶ πολὺν τὸν καρπὸν τῆς εὐσεβείας ἕκαστος ὑμῶν βλαστήσῃ καὶ ὁ μὲν ποιήσῃ τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατὸν τὸν στέφανον τῶν ἀγγέλων, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Τοῦ μακαρίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου περὶ τῶν νεοφωτίστων καὶ εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

πηγή: Ψηφιακή Βιβλιοθήκη http://khazarzar.skeptik.net/

+

Related Posts Plugin for WordPress, Blogger...