/*--

Παρασκευή, 11 Οκτωβρίου 2013

Περι αγαπης.ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ


     
Αδελφοι και πατερες, θελω προς υμας λαλειν τα συντεινοντα προς ωφελειαν ψυχης και αιδουμαι, μαρτυς μου ο Χριστος η αληθεια, την αγαπην υμων, γινωσκων μου το αναξιον.
Δια τουτο γαρ αει σιωπαν εβουλομην, ως οιδεν ο Κυριος, και μηδε ανανευειν το συνολον και προσωπον ανθρωπου οραν, κατακρινουσαν εχων μου την συνειδησιν, οτι κατεταγην ολως εγω προηγεισθαι παντων υμων αναξιως, ως την οδον επισταμενος, ο μηδε τα εν ποσιν ειδως, μηδε αψαμενος ακμην της φερουσης οδου προς τον Θεον. Τοινυν και λυπη με δια τουτο ου μικρα και η τυχουσα κατεχει, οτι οδηγειν υμας τους τιμιωτατους ο ταπεινος προκριθεις, ους εχειν αυτος οδηγους μαλλον ωφειλον, ως παντων εσχατος υπαρχων και χρονω και ηλικια, τον εμπρακτον ουκ εχω και εμμαρτυρον λογον απο του βιου εις το παρακαλειν υμας και υπομιμνησκειν τα περι των νομων και του  θεληματος του Θεου, επειδη και περι ων λαλειν βουλομαι, οιδα μηδεν εξ αυτων διαπραξαμενος ποτε. Οιδα δε ακριβως οτι ο Κυριος και Θεος ημων ουχι τον λεγοντα μακαριζει μονον, αλλα τον προ του ειπειν και πραξαντα· “Μακαριος γαρ, φησιν, ο ποιησας και διδαξας· ουτος μεγας κληθησεται εν τη βασιλεια των ουρανων·” Του γαρ τοιουτου διδασκαλου και οι μαθηται ακουοντες, μιμεισθαι αυτον γινονται προθυμοι και ου τοσουτον εκ των εκεινου λογων δεχονται την ωφελειαν, οσον απο των καλων αυτου πραξεων διεγειρονται και τα αυτα ποιειν αναγκαζονται, οπερ αυτος εγω εν εμαυτω ουκ επισταμαι· ουδεν γαρ αγαθον εμαυτω συνοιδα. Αλλα δεομαι και πααρακαλω παντας υμας, αγαπητοι αδελφοι μου, μη εις τον διακεχυμενον μου βιον οραν, αλλ’ εις τα του Κυριου προσταγματα και εις τας των πατερων ημων των αγιων διδασκαλιας. Ουδεν γαρ οι φωστηρες εγραψαν εκεινοι, οπερ προτερον ουκ εποιησαν και ποιησαντες ου κατωρθωσαν.

Τοιγαρουν και γενεσθω κοινη μια ημιν η οδος, αι εντολαι του Χριστου, προς ουρανον ημας και Θεον επαναγουσαι. Ει γαρ και διαφορους ο λογος οδους υπογραφει, αλλ’ ου παντως κατα την φυσιν εκεινου, κατα δε την εκαστου δυναμιν τε και προθεσιν εις πολλας σχιζεσθαι λεγεται. Εκ πολλων γαρ αρχομενοι και διαφορων εργων και πραξεων, ωσπερ εκ τοπων τινων και πολλων απαιροντες εκαστος πολεων, εις εν καταντησαι σπουδαζομεν καταγωγιον, την βασιλειαν των ουρανων. Πραξεις δε και οδους των κατα Θεον ανδρων τας πνευματικας χρη νοειν αρετας, εν αις οι βαδιζειν αρξαμενοι προς ενα τρεχειν σκοπον οφειλουσιν, οπως εκ διαφορων χωριων και τοπων  εις μιαν συνελθωσι πολιν, ως ειρηται, την βασιλειαν των ουρανων και συμβασιλευειν Χριστω αμα καταξιωθησωνται, υφ’ ενι βασιλει τω Θεω και Πατρι γενομενοι. Πολιν ουν ενταυθα μιαν μοι νοησεις και ου πολλας, την αγιαν και αχωριστον τριαδα των αρετων, μαλλον δε την πρωτην των λοιπων, ην και λεγουσιν εσχατην, ως τελος των καλων ουσαν και μειζω πασων τυγχανουσαν, την αγαπην φημι, εξ ης και εν η πιστις πασα τεθεμελιωται και ελπις ωκοδομηται, και διχα ταυτης συνεστη των οντων ουδεν, ουτε μην καθολου συστησεται. Πολλα δε ταυτης ονοματα, πολλαι αι πραξεις αυτης, πλειονα τα γνωρισματα, τα ιδιωματα θεια και πλειστα, η φυσις δε μια και επισης παντη πασιν απορρητος, τοις τε αγγελοις και τοις ανθρωποις και παση κτισει ετερα, τη ισως αγνοουμενη ημιν. Ακαταληπτος τον λογον, τη δοξη απροσιτος, ανεξιχνιαστος τοις βουλευμασιν, αιωνιος οτι και αχρονος, αθεωρητος οτι νοειται μεν, ου καταλαμβανεται δε. Πολλα τα καλλη ταυτης της αχειροποιητου και και αγιας Σιων, α ο βλεπειν αρξαμενος ουκετι αισθηταις επευφραινεται θεωριαις, ουκετι του κοσμου τουτου τη δοξη προσκειται.
Δοτε ουν μοι εκ προοιμιων προσομιλησαι αυτη μικρον και προσφθεγξασθαι και τον ποθον ως εχω ταυτη αφοσιωσασθαι. Επειδη, αγαπητοι μου πατερες και αδελφοι, εμνησθην του καλλους της αμωμητου αγαπης, και αιφνης το φως αυτης ευρεθη εν τη καρδια μου και τη γλυκυτητι αυτης συνηρπαγην και τας εξωθεν αισθησεις απωλεσα, εκνους ολως τω βιω γενομενος, και των εν χερσιν επιλελησμαι. Μακραν δε, ουκ οιδ’ οπως ειπειν, παλιν απεστη απ’ εμου και την ιδιαν με αφηκε θρηνειν ασθενειαν. Ω αγαπη παμποθητε, μακαριος ο σε ασπασαμενος, οτι ουκετι καλλος γηγενους εμπαθως επιθυμησει ασπασασθαι. Μακαριος ο σοι περιπλακεις εξ ερωτος θειου· απαντα γαρ τον κοσμοναρνησεται και παντι πλησιαζων ανθρωπω ουδαμως μολυνθησεται. Μακαριος ο τα σα καλλη καταφιλησας και κατατρυφησας αυτων εξ απειρου ποθου, οτι ψυχικως αγιασθησεται εκ του αχραντως αποσταζοντος υδατος και αιματος απο σου. Μακαριος ο ποθεινως σε κατασπασαμενος, οτι αλλοιωθησεται την καλην αλλοιωσιν πνευματικως και ψυχικως ευφρανθησεται, οτι συ υπαρχεις η χαρα η ανεκλαλητος. Μακαριος ο σε κτησαμενος, οτι τους θησαυρους του κοσμου εις ουδεν λογισθησεται, και γαρ ει ο πλουτος αληθως ο ακενωτος. Μακαριος δε και τρισμακαριος και ον συ προσελαβου· εσται γαρ εν αδοξια τη ορωμενη παντων ενδοξων ενδοξοτερος και τιμιων παντων τιμιωτερος και σεμνοτερος. Επαινετος ο καταδιωκων σε, επαινετωτερος ο ευρων σε, μακαριωτερος ο αγαπηθεις υπο σου, ο εισδεχθεις παρα σου, ο διδαχθεις απο σου, ο κατοικησας εν σοι, ο τραφεις δια σου τροφην Χριστον τον αθανατον, Χριστον τον Θεον ημων.Ω αγαπη θεια, που Χριστον περιεχεις; Που αυτον κατακρυπτεις; Τι τον του κοσμου Σωτηρα λαβουσα, μακραν γεγονας αφ’ημων; Ανοιξον και ημιν τοις αναξιοις μικραν σου θυραν, ινα και ημεις ιδωμεν τον δι’ ημας παθοντα Χριστον και πιστευσωμεν τω ελεει αυτου ως ουκετι αποθανουμεν αφ’ ου αυτον θεασομεθα. Ανοιξον ημιν η θυρα αυτω γενομενη εις την δια σαρκος αυτου επιφανειαν, η βιασαμενη τα αφθονα και αβιαστα σπλαχνα του ημετερου Δεσποτου εις το βαστασαι τας αμαρτιας και τας νοσους απαντων,  και μη απορριψης ημας λεγουσα· “Ουκ οιδα υμας “. Γενου μεθ’ ημων, ινα γνωρισης ημας· αγνωριστοι γαρ σοι τυγχανομεν. Ενοικησον εν ημιν, ινα δια σε και ημας τους ταπεινους ο Δεσποτης ελθων επισκεψηται προϋπαντωμενος παρα σου - ημεις γαρ εις απαν αναξιοι -, ως αν προσμεινη μικρον ομιλων σοι και δεξηται και ημας τους αμαρτωλους προσπεσειν τοις αχραντοις αυτου ποσι, και συλλαλησης περι ημων αγαθα και πρεσβευσης αφεθηναι το χρεος ημιν των κακων, οπως αυτω τω Δεσποτη δουλευειν δια σου παλιν εξιωθωμεν και υπ’ αυτου προνοωμεθα και τρεφωμεθα· το γαρ χρεωστειν μεν μηδεν, λιμω δε πτωχειας απολλυσθαι, παρα μικρον της ισης εστι τιμωριας και κολασεως προξενον.
Συγχωρηθειημεν παρα σου, αγια αγαπη, και δια σου των αγαθων του ημετερου Δεσποτου εν απολαυσει γενοιμεθα, ων ουδεις, ει μη δια σου, γευσεται της γλυκυτητος. Ο γαρ σε ως δει μη φιλησας και παρα σου μη αγαπηθεις ωσπερ χρη, τρεχει μεν ισως, ου κατελαβε δε ομως· πας δε ο τρεχων προ του τον δρομον τελεσαι αμφιβολος. Ο δε καταλαβων σε η καταληφθεις υπο σου, παντως βεβαιος, επειδη τελος νομου συ ει, η εμε περικυκλουσα, η εμε φλεγουσα και εκ πονου καρδιας εις ποθον απειρον με Θεου και των εμων αδελφων και πατερων αναπτουσα. Συ γαρ τωνπροφητων η διδασκαλος, των αποστολων η συνδρομος, των μαρτυρων η δυναμις, των πατερων και διδασκαλων η εμπνευσις, η παντων των αγιων τελειωσις και η εμη νυν προς την παρουσαν διακονιαν προχειρισις.
 Αλλα συγγνωτε μοι, αδελφοι, της κατηχησεως του λογου παρακινηθεντι μικρον, του ποθου της αγαπης τουτο ποιησαντος. Εμνησθην γαρ αυτης και “εφρανθη μου η καρδια” κατα τον θειον Δαυιδ και εις υμνον ετραπην των θαυμασιων αυτης. Τοιγαρουν αξιω και την υμετεραν αγαπην οπισω καταδιωξαι αυτης, οση δυναμις, και καταλαβειν αυτην μετα πιστεως τρεχοντας, και των ελπιδων υμων ουδαμως διαμαρτητε. Πασα γαρ σπουδη και πασα ασκησις μετα καματων πολλων η μη καταντωσα εις την αγαπην εν συντετριμμενω τω πνευματι, ματαια εστι και εις ουδεν καταληγουσα χρησιμον. Ουδε γαρ εν αλλη τινι αρετη η και πληρωσει κυριακης εντολης δυναται τις γνωριζεσθαι Χριστου μαθητης· “Εν τουτω γαρ, φησι, γνωσονται παντες οτι εμοι μαθηται εστε, εαν αγαπατε αλληλους “. Ταυτης ενεκα ο Λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν, δι’ ην ενανθρωπησας, παντα υπεμεινεν εκουσιως τα ζωοποια παθη, ινα το οικειον πλασμα, τον ανθρωπον, των δεσμων ελευθερωση του αδου και αναλαβων εις ουρανους αναγαγη. Ταυτης ενεκα τον ακαταπαυστον εκεινον εδραμον οι αποστολοι δρομον και την απασαν οικουμενην τω αγκιστρω και τη σαγηνη του λογου σαγηνευσαντες, απο του βυθου της ειδωλομανιας ανεσπασαν και προς τον λιμενα της βασιλειας των ουρανων ανεσωσαντο. Ταυτης ενεκα οι μαρτυρες τα αιματα εαυτων εκενωσαν, ινα μη Χριστον απολεσωσι. Δια ταυτην οι θεοφοροι πατερες ημων και της οικουμενης διδασκαλοι τας εαυτων ψυχας υπερ τοης καθολικης και αποστολικης Εκκλησιας προθυμως εθηκαν· και ημεις οι ευτελεις υπεισηλθομεν την προστασιαν υμων των τιμιωτατων πατερων και αδελφων ημων,  ως αν παντα, κατα τον ενον εκεινους εκμιμουμενοι, δι’ υμας παθωμεν τε και υπομεινωμεν και προς οικοδομην υμων και ωφελειαν εκτελεσωμεν, ινα παραστησωμεν υμας θυματα τελεια, ολοκαυτωματα λογικα, τη τραπεζη Θεου. Υμεις γαρ εστε τα τεκνα του Θεου, α μοι δεδωκεν ο Θεος ως παιδια, τα εμα σπλαχνα, οι εμοι οφθαλμοι. Υμεις εστε το εμον, αποστολικως ειπειν, καυχημα και η σφραγις της εμης διδασκαλιας.
Σπουδασωμεν ουν, αγαπητοι μου εν Χριστω αδελφοι, ωσπερ δια παντων, ουτω και δια της εις αλληλους αγαπης θεραπευειν τον Θεον και ον ηρετισασθε εις τυπον εχειν πατρος πνευματικου, ει και της αξιας πολυ απολειπομαι, ως αν χαιρη μεν Θεος επι τη ομονοια και τελειωσει υμων, χαιρω δε καγω ο ταπεινος, επεκτεινομενην ορων αει την προκοπην του κατα Θεον υμων βιου επι το κρειττονεν πιστει, εν αγνεια, εν φοβω Θεου, εν ευλαβεια, εν κατανυξει και δακρυσι, δι’ ων ο εσω καθαιρεται ανθρωπος και πληρουται φωτος θειου και ολος Πνευματος Αγιου γινεται εν συντρετριμμενω ψυχης και καταβεβλημενω φρονηματι, και η χαρα η εμη γινεται εις ευλογιαν υμων και προσθηκην ανωλεθρου και μακαριας ζωης εν Χριστω Ιησου τω Κυριω ημων, ω η δοξα εις τους αιωνας. Αμην.

Λογος Α΄. (21)
Περι αγαπης. Και ποιαι εισι των πνευματικων ανδρων αι οδοι και αι πραξεις. Και μακαρισμος προς τους εχοντας την αγαπην εγκαρδιονΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ

πηγή : 

ftp.logos.md/Biblioteca

+

Related Posts Plugin for WordPress, Blogger...