/*--

Παρασκευή, 29 Νοεμβρίου 2013

Προσευχή αγιογράφου


Ἀπὸ τὸ βιβλίο: Ἑρμηνεία τῆς ζωγραφικῆς τέχνης - Διονυσίου ἱερομονάχου τοῦ ἐκ Φουρνᾶ Εὐρυτανίας

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἀπερίγραπτος ὑπάρχων τῇ φύσει τῆς Θεότητος καὶ διὰ τὴν σωτηρίαν τοῦ ἀνθρώπου ἐπ᾿ ἐσχάτων ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας ἀφράστως σαρκωθεὶς καὶ ἀξιώσας περιγράφεσθαι· ὁ τὸν ἅγιον χαρακτῆρα τῆς ἀχράντου ὄψεως ἐν τῷ ἁγίῳ μανδηλίῳ τυπώσας καὶ δι᾿ αὐτοῦ τὴν νόσον τοῦ τοπάρχου Αὐγάρου ἰασάμενος καὶ τὴν ψυχὴν αὐτοῦ φωτίσας εἰς τὴν ἐπίγνωσιν σου τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν· ὁ διὰ τοῦ Ἁγίου σου Πνεύματος συνετίσας τὸν θεῖον Ἀπόστολόν σου καὶ Εὐαγγελιστὴν Λουκᾶν τὴν μορφὴν τῆς παναμώμου σου Μητρὸς διαγράψαι, φερούσης σε ὡς βρέφος ἐν ταῖς ἀγκάλαις αὐτῆς, καὶ τὸ «Ἡ χάρις τοῦ ἐξ ἐμοῦ τεχθέντος δι ἐμοῦ μετ᾿ αὐτῶν» εἰπούσης, αὐτὸς Δέσποτα Θεὲ τῶν ὅλων, φώτισον, συνέτισον τὴν ψυχὴν τὴν καρδίαν καὶ τὴν διάνοιαν τοῦ δούλου σου (δεῖνος) καὶ τὰς χεῖρας αὐτοῦ εὔθυνον πρὸς τὸ ἀμέμπτως καὶ ἀρίστως διαγράφειν τὸ εἶδος τῆς ἐμφερείας σου καὶ τῆς παναχράντου σου Μητρὸς καὶ πάντων σου τῶν ἁγίων, εἰς δόξαν σὴν καὶ εἰς φαιδρότητα καὶ ὠραϊσμὸν τῆς ἁγίας σου Ἐκκλησίας καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τῶν σχετικῶς αὐτὰς προσκυνούντων καὶ μετ᾿ εὐλαβείας ἀσπαζομένων καὶ τὴν τιμὴν ἐπὶ τὸ πρωτότυπον ἀναφερόντων. Λύτρωσαι δὲ αὐτὸν ἐκ πάσης διαβολικὴς ἐπηρείας προκόπτοντα ἐν πάσαις ταῖς ἐντολαῖς σου πρεσβείαις τῆς παναχράντου Μητρός σου, τοῦ ἁγίου ἐνδόξου καὶ Εὐαγγελιστοῦ Λουκᾶ καὶ πάντων τῶν ἁγίων. Ἀμήν.


πηγή :  Ένα Πείραμα σε Βάθος - Κείμενα

+

Related Posts Plugin for WordPress, Blogger...