/*--

Τετάρτη, 20 Μαΐου 2015

ΤΟ ΑΝΑΣΤΑΣΙΜΟΝ ΑΠΟΔΕΙΠΝΟΝ

Δεῖ εἰδέναι ὅτι ἀπὸ τὸ ἑσπέρας τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι τοῦ Σαββάτου τῆς Διακαινησίμου, ὡς καὶ τῇ ἡμέρᾳ τῆς Ἀποδόσεως τοῦ Πάσχα, ἀντὶ τῆς πρὸ τοῦ ῾Εσπερινοῦ Θ´ ῞Ωρας, τῶν ῾Ωρῶν, τοῦ ᾽Αποδείπνου καί τοῦ Μεσονυκτικοῦ, ἀναγινώσκεται ἡ διατεταγμένη ἐναρκτήριος Ἀκολουθία ὡς ἑξῆς:
Μετὰ τὸ τοῦ ἱερέως «Εὐλογητός ὁ Θεός ἡμῶν...», λέγομεν εὐθύς:

Χριστὸς ἀνέστη ἐκ νεκρῶν θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. (Ἐκ γ΄)

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον ᾽Ιησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν• ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (Ἐκ γ΄.)

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριὰμ καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ἀγγέλου• Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα, δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος θανατώσας τὸν θάνατον• ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ μυροφόροις φθεγξάμενος Χαίρετε, καὶ τοῖς σοῖς ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Ἐν τάφῳ σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Δόξα.
Ὡς ζωηφόρος, ὡς παραδείσου ὡραιότερος ὄντως, καὶ παστάδος πάσης βασιλικῆς ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε• διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν• Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε, ἐλέησον (μ´). 
Δόξα, καὶ νῦν. 
Τὴν τιμιωτέραν τῶν Χερουβίμ. 
Εἶτα· Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν. 
Καὶ ἡ ἑπομένη·

Εὐχὴ τοῦ Μεγάλου Βασιλείου. 
Εὐλογητός εἶ, Δέσποτα παντοκράτορ, ὁ φωτίσας τὴν ἡμέραν τῷ φωτὶ τῷ ἡλιακῷ καὶ τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρός. Ὁ τὸ μῆκος τῆς ἡμέρας διελθεῖν ἡμᾶς καταξιώσας καὶ προσεγγίσαι ταῖς ἀρχαῖς τῆς νυκτός, ἐπάκουσον τῆς δεήσεως ἡμῶν καὶ παντὸς τοῦ λαοῦ σου· καὶ πᾶσιν ἡμῖν συγχωρήσας τὰ ἑκούσια καὶ τὰ ἀκούσια ἁμαρτήματα, πρόσδεξαι τὰς ἑσπερινὰς ἡμῶν ἱκεσίας καὶ κατάπεμψον τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἐπὶ τὴν κληρονομίαν σου. Τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου· ὅπλισον ἡμᾶς ὅπλοις δικαιοσύνοις σου· περιχαράκωσον ἡμᾶς τῇ ἀληθείᾳ σου· φρούρησον ἡμᾶς τῇ δυνάμει σου· ῥῦσαι ἡμᾶς ἐκ πάσης περιστάσεως καὶ πάσης ἐπιβουλῆς τοῦ ἀντικειμένου. Παράσχου δὲ ἡμῖν καὶ τὴν παροῦσαν ἑσπέραν σὺν τῇ ἐπερχομένη νυκτὶ τελείαν, ἁγίαν, εἰρηνικήν, ἀναμάρτητον, ἀσκανδάλιστον, ἀφάνταστον, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν ἐκ γ΄ καὶ ἀπόλυσις.

+

Related Posts Plugin for WordPress, Blogger...